Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.83 Joseph. AJ 15.87 (English) >>Joseph. AJ 15.92

15.85ἀεὶ δὲ καὶ μᾶλλον τοῦ βασιλέως πιστουμένου τὴν αὐτοῦ διάθεσινοὐ φιλοῦντος, εἶπεν Μαριάμμη, τὸ κατὰ τὴν ἐντολήν, εἰ πάσχοι τι χαλεπὸν ὑπʼ Ἀντωνίου, κἀμὲ συναπολέσθαι τὴν οὐδενὸς αἰτίαν”. 15.86τούτου προπεσόντος τοῦ λόγου περιπαθήσας βασιλεὺς εὐθὺς μὲν ἐκ τῶν χειρῶν αὐτὴν ἀφῆκεν, ἐβόα δὲ καὶ τῶν αὐτὸς ἑαυτοῦ τριχῶν ἐδράττετο, περιφανὲς φώριον ἔχειν τῆς τοῦ Ἰωσήπου πρὸς αὐτὴν κοινωνίας λέγων· 15.87οὐ γὰρ ἂν ἐξειπεῖν κατʼ ἰδίαν ἤκουσεν μὴ μεγάλης αὐτοῖς πίστεως ἐγγενομένης. οὕτως δʼ ἔχων ὀλίγου μὲν ἀπέκτεινε τὴν γυναῖκα, νικώμενος δὲ τῷ πρὸς αὐτὴν ἔρωτι ταύτης μὲν τῆς ὁρμῆς ἐκράτησεν ἑαυτοῦ διακαρτερήσας ὀδυνηρῶς καὶ δυσχερῶς, τὸν μέντοι Ἰώσηπον οὐδʼ εἰς ὄψιν ἐλθόντα διαχρήσασθαι προσέταξεν καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων παραιτίαν δήσας ἐφύλαττεν. 15.88

Ἐν δὲ τούτῳ καὶ τὰ περὶ τὴν Συρίαν ταραχὰς εἶχεν οὐκ ἀνιείσης τῆς Κλεοπάτρας τὸν Ἀντώνιον μὴ πᾶσιν ἐπιχειρεῖν· ἔπειθεν γὰρ ἀφαιρούμενον ἑκάστων τὰς δυναστείας αὐτῇ διδόναι καὶ πλεῖστον ἴσχυεν ἐκ τῆς ἐκείνου πρὸς αὐτὴν ἐπιθυμίας. 15.89φύσει δὲ πλεονεξίᾳ χαίρουσα παρανομίας οὐδὲν ἔλιπεν, τὸν μὲν ἀδελφόν, τὴν βασιλείαν ᾔδει γενησομένην, προανελοῦσα φαρμάκοις πεντεκαιδέκατον ἔτος ἔχοντα, τὴν δʼ ἀδελφὴν Ἀρσινόην ἱκετεύουσαν ἐν Ἐφέσῳ πρὸς τῷ τῆς Ἀρτέμιδος ἀποκτείνασα διʼ Ἀντωνίου·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.83 Joseph. AJ 15.87 (English) >>Joseph. AJ 15.92

Powered by PhiloLogic